Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 8.16 Dem. 8.19 (English) >>Dem. 8.23

8.18 καὶ τίς ἐγγυητής ἐστι τούτου; ἆρʼ ὁρᾶτε καὶ λογίζεσθʼ, ἄνδρες Ἀθηναῖοι, τὴν ἐπιοῦσαν ὥραν τοῦ ἔτους, εἰς ἣν ἔρημόν τινες οἴονται δεῖν τὸν Ἑλλήσποντον ὑμῶν ποιῆσαι καὶ παραδοῦναι Φιλίππῳ; τί δʼ, ἂν ἀπελθὼν ἐκ Θρᾴκης καὶ μηδὲ προσελθὼν Χερρονήσῳ μηδὲ Βυζαντίῳ (καὶ γὰρ ταῦτα λογίζεσθε) ἐπὶ Χαλκίδα καὶ Μέγαρʼ ἥκῃ τὸν αὐτὸν τρόπον ὅνπερ ἐπʼ Ὠρεὸν πρώην, πότερον κρεῖττον ἐνθάδʼ αὐτὸν ἀμύνεσθαι καὶ προσελθεῖν τὸν πόλεμον πρὸς τὴν Ἀττικὴν ἐᾶσαι, κατασκευάζειν ἐκεῖ τινʼ ἀσχολίαν αὐτῷ; ἐγὼ μὲν οἴομαι τοῦτο.

8.19ταῦτα τοίνυν ἅπαντας εἰδότας καὶ λογιζομένους χρή, οὐ μὰ Δίʼ οὐχ ἣν Διοπείθης πειρᾶται τῇ πόλει δύναμιν παρασκευάζειν, ταύτην βασκαίνειν καὶ διαλῦσαι πειρᾶσθαι, ἀλλʼ ἑτέραν αὐτοὺς προσπαρασκευάζειν καὶ συνευποροῦντας ἐκείνῳ χρημάτων καὶ τἄλλʼ οἰκείως συναγωνιζομένους. 8.20εἰ γάρ τις ἔροιτο Φίλιππον, “εἰπέ μοι, πότερʼ ἂν βούλοιο τούτους τοὺς στρατιώτας οὓς Διοπείθης νῦν ἔχει, τοὺς ὁποιουστινασοῦν (οὐδὲν γὰρ ἀντιλέγω) εὐθενεῖν καὶ παρʼ Ἀθηναίοις εὐδοξεῖν καὶ πλείους γίγνεσθαι τῆς πόλεως συναγωνιζομένης, διαβαλλόντων τινῶν καὶ κατηγορούντων διασπασθῆναι καὶ διαφθαρῆναι;” ταῦτʼ ἂν οἶμαι φήσειεν. εἶθʼ Φίλιππος ἂν εὔξαιτο τοῖς θεοῖς, ταῦθʼ ἡμῶν τινες ἐνθάδε πράττουσιν; εἶτʼ ἔτι ζητεῖτε πόθεν τὰ τῆς πόλεως ἀπόλωλεν ἅπαντα;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 8.16 Dem. 8.19 (English) >>Dem. 8.23

Powered by PhiloLogic